Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.254 Joseph. AJ 9.258 (English) >>Joseph. AJ 9.263

9.256ἡττηθεὶς δὲ πάλιν τοὺς Ἀσσυρίων ἤρξατο τιμᾶν θεοὺς καὶ πάντας ἐῴκει μᾶλλον τιμήσων τὸν πατρῷον καὶ ἀληθῶς θεόν, ὃς αὐτῷ καὶ τῆς ἥττης ὀργιζόμενος ἦν αἴτιος. 9.257ἐπὶ τοσοῦτον δʼ ὀλιγωρίας καὶ καταφρονήσεως ἦλθεν, ὡς καὶ τέλεον ἀποκλεῖσαι τὸν ναὸν καὶ τὰς νενομισμένας ἀπαγορεῦσαι θυσίας ἐπιφέρειν καὶ περιδῦσαι τῶν ἀναθημάτων αὐτόν. ταῦθʼ ὑβρίσας τὸν θεὸν ἐτελεύτησεν ἔτη μὲν βιώσας ἓξ καὶ τριάκοντα, βασιλεύσας δʼ ἐξ αὐτῶν ἑκκαίδεκα, τὸν δʼ υἱὸν Ἐζεκίαν διάδοχον καταλιπών. 9.258

Ἀπέθανε δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακέας ἐπιβουλεύσαντος αὐτῷ φίλου τινὸς Ὠσήου ὄνομα, ὃς κατασχὼν τὴν βασιλείαν ἐπʼ ἔτη ἐννέα πονηρός τε ἦν καὶ τῶν πρὸς τὸν θεὸν ὀλίγωρος. 9.259στρατεύει δʼ ἐπʼ αὐτὸν τῶν Ἀσσυρίων βασιλεὺς Σαλμανάσσας καὶ κρατήσας αὐτοῦ, τὸν γὰρ θεὸν οὐκ εἶχεν Ὠσῆος εὐμενῆ, καὶ σύμμαχον ἐποιήσατο καὶ φόρους ἐπέταξεν αὐτῷ τελεῖν ὡρισμένους. 9.260ἔτει δὲ τετάρτῳ Ὠσήου τῆς βασιλείας ἐβασίλευσεν Ἐζεκίας ἐν Ἱεροσολύμοις Ἀχάζου υἱὸς καὶ Ἀβίας ἀστῆς τὸ γένος. φύσις δʼ ἦν αὐτῷ χρηστὴ καὶ δικαία καὶ εὐσεβής· οὐδὲν γὰρ ἄλλο πρῶτον εἰς τὴν βασιλείαν παρελθὼν οὐδʼ ἀναγκαιότερον οὐδὲ συμφορώτερον αὑτῷ τε καὶ τοῖς ἀρχομένοις ὑπέλαβε τοῦ θρησκεύειν τὸν θεόν, ἀλλὰ συγκαλέσας τὸν λαὸν καὶ τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐδημηγόρησεν ἐν αὐτοῖς λέγων·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.254 Joseph. AJ 9.258 (English) >>Joseph. AJ 9.263

Powered by PhiloLogic